Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 23

 
δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
 
τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας
 
χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
 
ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
 
ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, 845
 
ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
 
τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
 
ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο
 
νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
 
αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, 850
 
κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,
 
ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο
 
τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν
 
λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει
 
τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, 855
 
πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·
 
ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,
 
ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.
 
ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
 
ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. 860
 
κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
 
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν
 
ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι
 
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
 
ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων· 865
 
αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·
 
ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
 
ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
 
μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
 
σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς 870
 
τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
 
αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
 
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
 
ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
 
τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, 875
 
ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ
 
πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις
 
ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
 
αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
 
ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ 880

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme