Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 23

 
ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
 
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
 
διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
 
ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.
 
ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς· 725
 
κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
 
κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
 
κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
 
δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
 
κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν, 730
 
ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
 
πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
 
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
 
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
 
μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· 735
 
νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
 
ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
 
καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
 
Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα 740
 
ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
 
χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
 
πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
 
Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
 
στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· 745
 
υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
 
Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
 
καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
 
ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
 
δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, 750
 
ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
 
στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
 
ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
 
ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
 
ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς 755
 
Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
 
στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
 
τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
 
ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
 
ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο 760

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme