Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 23

 
τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
 
θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
 
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
 
δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
 
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, 685
 
ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω
 
σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
 
δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς
 
πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,
 
κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν 690
 
ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
 
ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
 
θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
 
ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς
 
χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι, 695
 
οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
 
αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·
 
κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
 
αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
 
Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα 700
 
δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
 
τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,
 
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
 
ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,
 
πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. 705
 
στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
 
ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
 
ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
 
ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
 
ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, 710
 
ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
 
ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
 
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
 
τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
 
ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, 715
 
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
 
αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ
 
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
 
οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
 
οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος. 720

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme