Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 23

 
Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
 
τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
 
Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
 
δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
 
δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, 485
 
ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
 
ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
 
ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
 
χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
 
καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, 490
 
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
 
μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
 
Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
 
καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
 
ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε 495
 
ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
 
ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
 
ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
 
ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
 
μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι 500
 
ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
 
αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
 
ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
 
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
 
γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν 505
 
ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
 
στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
 
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
 
αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
 
κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν 510
 
ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,
 
δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
 
καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
 
τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
 
κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· 515
 
ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
 
ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
 
ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
 
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
 
οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme