Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 22

 
ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
 
πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
 
εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
 
ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
 
λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, 205
 
οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
 
μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
 
ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
 
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
 
ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 210
 
τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
 
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
 
ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
 
Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
 
ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 215
 
νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
 
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
 
Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
 
οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
 
οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 220
 
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
 
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
 
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
 
ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
 
στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. 225
 
ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
 
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
 
ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
 
ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
 
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· 230
 
ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
 
τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
 
Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
 
γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
 
νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, 235
 
ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
 
τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
 
τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
 
ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
 
λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι, 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme