Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 22

 
δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
 
νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
 
ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
 
χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
 
ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ 485
 
ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
 
ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
 
αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
 
ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
 
ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· 490
 
πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
 
δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
 
ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
 
τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
 
χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε. 495
 
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
 
χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
 
ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
 
δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
 
Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς 500
 
μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
 
αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
 
εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
 
εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
 
νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν 505
 
Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
 
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
 
νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
 
αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
 
γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται 510
 
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
 
ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
 
οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
 
ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
 
ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. 515
← Previous 13 / 13

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme