Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 22

 
ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
 
ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
 
κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
 
τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
 
Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν 5
 
Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
 
αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
 
τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
 
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
 
ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. 10
 
ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
 
οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
 
οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
 
τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων 15
 
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
 
γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
 
νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
 
ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
 
ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. 20
 
ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
 
σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
 
ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
 
ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
 
τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι 25
 
παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
 
ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
 
φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
 
ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
 
λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, 30
 
καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
 
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
 
ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
 
ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
 
λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων 35
 
ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
 
τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
 
Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
 
οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
 
Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι 40
1 / 13 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme