Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 21

 
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
 
ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
 
ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
 
ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
 
στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην, 285
 
χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
 
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
 
Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
 
τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
 
Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· 290
 
ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
 
ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
 
αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
 
μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
 
πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι 295
 
Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
 
ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
 
τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
 
αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
 
ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο, 300
 
πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
 
πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
 
πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
 
εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
 
οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον 305
 
χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
 
ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
 
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
 
σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
 
ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. 310
 
ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
 
ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
 
ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
 
φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
 
ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι. 315
 
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
 
οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
 
κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
 
εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
 
μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme