Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 21

 
νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
 
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν
 
Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·
 
ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
 
ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν 45
 
ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
 
χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
 
πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
 
τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
 
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος, 50
 
ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
 
φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·
 
ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
 
ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
 
ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον 55
 
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
 
οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
 
Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
 
πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
 
ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο 60
 
γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
 
ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
 
γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
 
ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
 
γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ 65
 
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
 
ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
 
οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
 
κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
 
ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. 70
 
αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
 
τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
 
ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο· 75
 
πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
 
ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
 
καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
 
Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
 
νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme