Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 21

 
πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
 
στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
 
τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
 
Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
 
ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν 485
 
ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
 
εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
 
ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
 
ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
 
σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα, 490
 
αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
 
ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
 
δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
 
ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
 
χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· 495
 
ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
 
Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
 
Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
 
πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
 
ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν 500
 
εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
 
ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
 
πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
 
ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
 
ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, 505
 
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
 
ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
 
εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
 
τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
 
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; 510
 
τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
 
σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
 
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
 
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
 
αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· 515
 
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
 
μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
 
οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
 
οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
 
κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme