Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 20

 
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
 
Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
 
ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
 
ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
 
ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. 245
 
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
 
πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
 
στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
 
παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
 
ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις. 250
 
ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
 
νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
 
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
 
νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
 
πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. 255
 
ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
 
πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
 
γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
 
ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
 
σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 260
 
Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
 
ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
 
ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
 
νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
 
ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 265
 
ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
 
οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
 
ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
 
ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
 
ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, 270
 
τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
 
τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
 
δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
 
καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
 
ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, 275
 
λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
 
Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
 
Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
 
δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
 
ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους 280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme