Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 20

 
παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
 
δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
 
ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
 
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
 
πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες 125
 
τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
 
σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
 
γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
 
εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
 
δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 130
 
ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
 
Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
 
οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
 
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· 135
 
ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
 
ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
 
εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
 
ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
 
αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται 140
 
φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
 
ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
 
ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
 
ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
 
τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο 145
 
ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
 
ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
 
ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
 
ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
 
ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· 150
 
οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
 
ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
 
ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
 
βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
 
ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε. 155
 
τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
 
ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
 
ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
 
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
 
Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme