Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 20

 
Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
 
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
 
αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
 
ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
 
κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· 405
 
ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
 
αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
 
Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
 
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
 
καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα 410
 
δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
 
θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
 
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
 
νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
 
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· 415
 
ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
 
γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
 
κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
 
Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
 
ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη 420
 
κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
 
δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
 
ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
 
ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
 
ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν, 425
 
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
 
ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
 
ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
 
ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
 
τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· 430
 
Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
 
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
 
ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
 
οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
 
ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, 435
 
αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
 
δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
 
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
 
πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
 
ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον, 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme