Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
 
Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
 
τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
 
ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
 
ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται. 325
 
ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
 
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
 
ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
 
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
 
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. 330
 
ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
 
αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
 
ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
 
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
 
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· 335
 
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
 
ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
 
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
 
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
 
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν 340
 
σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
 
αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
 
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
 
Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
 
ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, 345
 
τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
 
νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
 
πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
 
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
 
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα 350
 
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
 
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
 
ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
 
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
 
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, 355
 
τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
 
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
 
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
 
ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
 
ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ· 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme