Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
 
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
 
ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
 
Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
 
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· 245
 
Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
 
ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
 
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
 
ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
 
τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις, 250
 
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
 
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
 
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
 
τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
 
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν 255
 
ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
 
ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
 
εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
 
μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
 
μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, 260
 
εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
 
χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
 
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
 
πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
 
ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω 265
 
πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
 
σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
 
σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
 
ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
 
οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν· 270
 
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
 
ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
 
βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
 
νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
 
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων. 275
 
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
 
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
 
ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
 
ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
 
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, 280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme