Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
 
αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
 
ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
 
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
 
ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· 765
 
τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
 
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
 
ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
 
ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
 
ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. 770
 
ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
 
κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
 
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
 
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
 
τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος 775
 
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
 
ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
 
ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
 
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
 
οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· 780
 
γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
 
χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
 
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
 
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
 
ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. 785
 
Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
 
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
 
οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
 
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
 
ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· 790
 
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
 
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
 
τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
 
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
 
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· 795
 
ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
 
ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
 
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
 
ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
 
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν 800

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme