Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
 
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
 
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
 
ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
 
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. 725
 
οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
 
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
 
τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
 
οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
 
οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, 730
 
τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
 
ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
 
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
 
οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
 
οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, 735
 
τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
 
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
 
οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
 
Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
 
τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης 740
 
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
 
τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
 
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
 
τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
 
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος 745
 
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
 
τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
 
Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
 
τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
 
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, 750
 
οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
 
ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
 
οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
 
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
 
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. 755
 
Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
 
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
 
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
 
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
 
οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· 760

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme