Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
 
οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
 
οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
 
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
 
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. 685
 
ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
 
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
 
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
 
κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
 
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας 690
 
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
 
κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
 
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
 
τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
 
οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα 695
 
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
 
ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
 
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
 
ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
 
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο 700
 
καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
 
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
 
οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
 
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
 
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο 705
 
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
 
ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
 
ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
 
δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
 
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 710
 
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
 
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
 
τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
 
Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
 
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. 715
 
οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
 
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
 
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
 
ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
 
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. 720

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme