Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
 
οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
 
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
 
τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
 
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, 525
 
Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
 
Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
 
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
 
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
 
ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· 530
 
οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
 
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
 
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
 
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
 
Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. 535
 
οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
 
Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
 
Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
 
οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
 
τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος 540
 
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
 
τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
 
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
 
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
 
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 545
 
οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
 
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
 
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
 
κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
 
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται 550
 
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
 
τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
 
τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
 
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
 
Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· 555
 
τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
 
Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
 
στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
 
οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
 
Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, 560

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme