Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 2

 
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
 
κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
 
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
 
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
 
γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν 365
 
ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
 
γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
 
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
 
ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. 370
 
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
 
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
 
τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
 
χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
 
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, 375
 
ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
 
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
 
ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
 
εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
 
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν. 380
 
νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
 
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
 
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
 
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
 
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. 385
 
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
 
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
 
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
 
ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
 
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. 390
 
ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
 
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
 
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
 
ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
 
ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, 395
 
προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
 
παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
 
ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
 
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
 
ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων 400

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme