Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 19

 
ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
 
Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
 
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
 
ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
 
στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. 285
 
εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
 
Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
 
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
 
νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
 
ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. 290
 
ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
 
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
 
τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
 
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
 
οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς 295
 
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
 
κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
 
κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
 
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
 
τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. 300
 
ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
 
Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
 
αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
 
λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
 
λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων, 305
 
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
 
ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
 
δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
 
ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
 
δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς 310
 
Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
 
τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
 
τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
 
μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
 
ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων 315
 
αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
 
αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
 
Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
 
νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
 
ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων, 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme