Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 19

 
βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
 
αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
 
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
 
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
 
ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 245
 
ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
 
χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
 
ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
 
καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
 
ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν 250
 
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
 
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
 
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
 
κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
 
εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ 255
 
Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
 
εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
 
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
 
Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
 
ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, 260
 
μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
 
οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
 
ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
 
εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
 
πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας. 265
 
ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
 
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
 
ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
 
ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
 
Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· 270
 
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
 
Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
 
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
 
ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
 
νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. 275
 
ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
 
οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
 
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
 
βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
 
καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, 280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme