Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 19

 
ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
 
καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
 
νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
 
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
 
ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε 205
 
νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
 
νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
 
τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
 
πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
 
οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος 210
 
ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
 
κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
 
μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
 
ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 215
 
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
 
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
 
ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
 
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
 
τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. 220
 
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
 
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
 
ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
 
Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
 
γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· 225
 
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
 
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
 
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
 
νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
 
ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται 230
 
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
 
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
 
ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
 
λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
 
ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται 235
 
νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
 
Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
 
ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
 
Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
 
καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme