Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 19

 
ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
 
ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
 
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
 
σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
 
πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον 85
 
καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
 
ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
 
οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
 
ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
 
ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. 90
 
πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
 
οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
 
πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
 
βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
 
καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον 95
 
ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
 
Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
 
ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
 
Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
 
ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· 100
 
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
 
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
 
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
 
ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
 
τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί. 105
 
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
 
ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
 
εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
 
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
 
ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς 110
 
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
 
ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
 
ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
 
Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
 
καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη 115
 
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
 
ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
 
ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
 
Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
 
αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme