Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 18

 
Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
 
ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ
 
δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
 
καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
 
ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. 85
 
αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι
 
ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
 
νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
 
παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
 
οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε 90
 
ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
 
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
 
Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
 
τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
 
ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· 95
 
αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
 
τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
 
κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης
 
ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. 100
 
νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
 
οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι
 
τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
 
ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
 
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων 105
 
ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
 
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο
 
καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
 
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
 
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· 110
 
ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
 
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
 
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
 
νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
 
Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 115
 
Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
 
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
 
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
 
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
 
ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme