Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 18

 
ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
 
ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
 
πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος
 
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
 
φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς 605
 
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
 
ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
 
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
 
αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
 
τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, 610
 
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
 
καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
 
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
 
αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
 
μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. 615
 
ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος
 
τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.
← Previous 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme