Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 18

 
ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
 
καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,
 
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
 
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε
 
κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν, 565
 
τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
 
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
 
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
 
τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
 
ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε 570
 
λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
 
μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
 
ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
 
αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
 
μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ 575
 
πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
 
χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι
 
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
 
σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι
 
ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς 580
 
ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
 
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
 
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες
 
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
 
οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, 585
 
ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
 
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
 
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
 
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
 
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, 590
 
τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ
 
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
 
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
 
ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
 
τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας 595
 
εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
 
καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
 
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
 
οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
 
ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme