Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 17

 
Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
 
δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·
 
τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
 
Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
 
ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει 565
 
χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
 
ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
 
ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
 
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
 
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, 570
 
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
 
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·
 
τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
 
βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
 
ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος 575
 
ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
 
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
 
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
 
ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
 
δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος 580
 
νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
 
Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
 
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
 
ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
 
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· 585
 
Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
 
οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
 
μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας
 
νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον
 
ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. 590
 
ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
 
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
 
καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν
 
μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
 
ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε, 595
 
νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
 
πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
 
βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
 
ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
 
αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών. 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme