Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
 
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·
 
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
 
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
 
ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, 285
 
νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
 
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
 
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·
 
τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
 
κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν 290
 
Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
 
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
 
ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
 
ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν
 
Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο 295
 
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
 
ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
 
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
 
ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
 
καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, 300
 
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
 
τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·
 
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
 
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
 
ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ. 305
 
ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
 
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
 
αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
 
ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
 
ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ 310
 
κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
 
στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.
 
Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
 
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
 
μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ 315
 
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
 
Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ
 
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
 
ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ
 
Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme