Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
 
χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ
 
νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
 
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
 
μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· 125
 
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
 
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
 
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
 
δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
 
ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. 130
 
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
 
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
 
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
 
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
 
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 135
 
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
 
κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
 
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
 
εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
 
ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο 140
 
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
 
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
 
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
 
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
 
ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, 145
 
τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
 
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
 
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
 
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
 
τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη 150
 
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
 
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
 
τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,
 
ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
 
Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς 155
 
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
 
ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
 
οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
 
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
 
καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme