Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
 
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
 
τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
 
ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
 
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν 845
 
ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
 
τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
 
πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
 
ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
 
ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. 850
 
ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
 
οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
 
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
 
χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
 
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· 855
 
ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
 
ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
 
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
 
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
 
τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο 860
 
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
 
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
 
εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
 
αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
 
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· 865
 
ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
 
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
← Previous 22 / 22

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme