Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
 
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων
 
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
 
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
 
τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, 805
 
στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
 
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
 
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
 
ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
 
καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων 810
 
πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
 
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
 
οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
 
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
 
Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι. 815
 
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
 
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
 
Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
 
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
 
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ 820
 
νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
 
δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
 
ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
 
ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
 
πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· 825
 
πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
 
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
 
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
 
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
 
Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, 830
 
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
 
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
 
νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
 
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
 
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω 835
 
ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
 
ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
 
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
 
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
 
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο 840

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme