Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
 
ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
 
ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
 
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
 
ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς 485
 
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
 
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
 
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
 
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
 
ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων 490
 
κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
 
Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ
 
αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
 
νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
 
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας 495
 
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
 
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
 
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
 
ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ
 
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. 500
 
ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
 
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
 
ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
 
ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
 
τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν. 505
 
Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
 
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
 
Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
 
ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
 
χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν 510
 
ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
 
τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
 
εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
 
κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
 
εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν 515
 
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
 
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
 
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
 
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
 
ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme