Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
 
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·
 
ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.
 
ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
 
αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, 365
 
ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,
 
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι
 
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
 
Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
 
πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι 370
 
ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,
 
Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
 
Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε
 
πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη
 
σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι 375
 
ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
 
Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
 
τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον
 
πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.
 
ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι 380
 
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
 
πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·
 
ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
 
ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
 
ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ 385
 
Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
 
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
 
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
 
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
 
πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι, 390
 
ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
 
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·
 
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
 
Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
 
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος 395
 
εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
 
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
 
κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
 
ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
 
στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα· 400

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme