Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 16

 
ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
 
Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
 
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
 
ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
 
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, 5
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
 
νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
 
εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
 
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται· 10
 
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
 
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
 
ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
 
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
 
ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; 15
 
τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
 
ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
 
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
 
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
 
τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· 20
 
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
 
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
 
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
 
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
 
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, 25
 
οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
 
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
 
τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
 
ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
 
μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις 30
 
αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
 
αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
 
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
 
οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
 
πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 35
 
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
 
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
 
ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
 
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
 
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, 40
1 / 22 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme