Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 15

 
μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
 
πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
 
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
 
τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
 
αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 45
 
τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
 
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
 
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
 
εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
 
ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις, 50
 
τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
 
αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
 
ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
 
ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
 
Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, 55
 
ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
 
ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
 
παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
 
Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
 
αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων 60
 
αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
 
αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
 
φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
 
Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
 
Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 65
 
Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
 
τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
 
τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
 
ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
 
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ 70
 
Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
 
τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
 
ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
 
πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
 
ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι, 75
 
ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
 
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
 
βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
 
ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme