Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 15

 
τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
 
παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
 
καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
 
ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
 
στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, 645
 
τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
 
τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
 
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
 
Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
 
στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων 650
 
κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
 
χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
 
εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
 
νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
 
Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ 655
 
τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
 
ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
 
καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
 
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
 
λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· 660
 
ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
 
ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
 
παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
 
ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
 
τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων 665
 
ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
 
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
 
τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
 
θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
 
ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. 670
 
Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
 
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
 
ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
 
οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
 
ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· 675
 
ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
 
νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
 
κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
 
ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
 
ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, 680

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme