Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 15

 
ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
 
ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
 
αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
 
φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
 
ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, 565
 
ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
 
ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
 
Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
 
Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
 
οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι· 570
 
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
 
ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
 
ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
 
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
 
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, 575
 
ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
 
νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
 
δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
 
Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
 
βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα 580
 
θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
 
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
 
τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
 
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
 
Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, 585
 
ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
 
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
 
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
 
ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
 
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· 590
 
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
 
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
 
νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
 
ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
 
Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν. 595
 
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
 
Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
 
ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
 
πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
 
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme