Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 15

 
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
 
σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
 
τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
 
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
 
τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ 405
 
Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
 
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
 
οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
 
ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
 
ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει 410
 
τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
 
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
 
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
 
ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
 
Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. 415
 
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
 
οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
 
οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
 
ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
 
πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. 420
 
δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
 
Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
 
ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
 
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
 
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 425
 
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
 
ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
 
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
 
ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
 
τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν 430
 
Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
 
ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
 
τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
 
ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
 
νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. 435
 
Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
 
Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
 
Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
 
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
 
τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme