Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 14

 
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
 
τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
 
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
 
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
 
ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα 245
 
Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
 
Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
 
οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
 
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
 
ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς 250
 
ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
 
ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
 
νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
 
ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
 
καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας 255
 
νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
 
ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
 
ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
 
εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
 
τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. 260
 
ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
 
νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
 
τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·
 
Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
 
ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν 265
 
ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
 
ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
 
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
 
ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· 270
 
ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
 
χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
 
τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
 
μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
 
ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων 275
 
Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
 
ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας
 
τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
 
αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, 280
 
τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme