Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 14

 
Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
 
ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
 
πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
 
πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
 
ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ. 125
 
τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
 
μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
 
δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
 
ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
 
ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται· 130
 
ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
 
θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
 
βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
 
οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 135
 
ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
 
δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
 
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 140
 
δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
 
ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
 
σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
 
ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
 
εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς 145
 
φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
 
ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
 
ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
 
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
 
τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 150
 
ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
 
καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
 
Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
 
στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
 
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν 155
 
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
 
Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
 
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
 
μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
 
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme