Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 13

 
δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
 
βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
 
χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
 
δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
 
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 245
 
Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
 
ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
 
οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
 
Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
 
τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 250
 
ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
 
ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
 
ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
 
τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
 
Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 255
 
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
 
οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
 
ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
 
τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
 
δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 260
 
ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
 
Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
 
ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
 
τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
 
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. 265
 
τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
 
καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
 
πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
 
οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
 
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 270
 
ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
 
ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
 
λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
 
τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
 
οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; 275
 
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
 
ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
 
ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
 
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
 
οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, 280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme