Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 13

 
ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
 
τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
 
κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
 
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
 
Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 205
 
καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
 
υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
 
βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
 
ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
 
Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν 210
 
ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
 
ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
 
τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
 
ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
 
ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων 215
 
εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
 
ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
 
Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
 
Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
 
οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; 220
 
τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
 
ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
 
γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
 
οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
 
εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω 225
 
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
 
νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
 
ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
 
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
 
τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. 230
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
 
Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
 
ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
 
ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
 
ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ 235
 
σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
 
συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
 
νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
 
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
 
Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme