Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 13

 
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
 
χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
 
τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
 
οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
 
τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 85
 
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
 
Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
 
τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
 
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
 
ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 90
 
Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
 
Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
 
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
 
τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
 
αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε 95
 
μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
 
εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
 
νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
 
ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
 
δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον, 100
 
Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
 
φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
 
θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
 
αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
 
ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 105
 
μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
 
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
 
ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
 
οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
 
νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς. 110
 
ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
 
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
 
οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
 
ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
 
ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. 115
 
ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
 
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
 
ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
 
λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
 
ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme