Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 13

 
δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
 
Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
 
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
 
καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
 
εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ 485
 
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
 
πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
 
Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
 
Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, 490
 
οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
 
λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
 
πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
 
ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
 
ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 495
 
οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
 
μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
 
σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
 
ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
 
Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 500
 
ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
 
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
 
ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
 
αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
 
ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 505
 
Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
 
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
 
ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
 
Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
 
ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ 510
 
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
 
οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
 
οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
 
τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
 
τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 515
 
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
 
Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
 
ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
 
υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
 
ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme