Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 13

 
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
 
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
 
νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
 
νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
 
Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 5
 
γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
 
ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
 
οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
 
ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
 
οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· 10
 
καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
 
ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
 
Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
 
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
 
ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς 15
 
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
 
αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
 
κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
 
ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
 
τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 20
 
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
 
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
 
ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
 
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
 
χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην 25
 
χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
 
βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
 
πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
 
γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
 
ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων· 30
 
τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
 
ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
 
μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
 
ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
 
λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ 35
 
ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
 
ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
 
νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
 
Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
 
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 40
1 / 21 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme