Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 12

 
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
 
ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
 
ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
 
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
 
Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων 445
 
ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
 
ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
 
ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
 
οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
 
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. 450
 
ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
 
χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
 
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
 
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
 
δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες 455
 
εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
 
στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
 
εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
 
ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
 
βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες 460
 
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
 
λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
 
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
 
σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
 
δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας 465
 
νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
 
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
 
τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
 
αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
 
ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν 470
 
νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme