Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 12

 
ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
 
ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
 
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
 
τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
 
εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 5
 
ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
 
ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
 
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
 
ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
 
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς 10
 
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
 
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
 
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
 
πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
 
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, 15
 
Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
 
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
 
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
 
ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
 
Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 20
 
Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
 
καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
 
κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
 
τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
 
ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς 25
 
συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
 
αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
 
ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
 
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
 
λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, 30
 
αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
 
τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
 
κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
 
ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
 
θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει 35
 
τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
 
βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
 
νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
 
Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
 
αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· 40
1 / 12 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme