Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 11

 
Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
 
ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
 
θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
 
τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
 
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 205
 
αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
 
εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
 
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
 
δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
 
ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, 210
 
Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
 
πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
 
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
 
οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
 
Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. 215
 
ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
 
πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
 
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
 
ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
 
ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. 220
 
Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
 
ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
 
Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
 
μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
 
αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, 225
 
αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
 
γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
 
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
 
τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
 
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· 230
 
ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
 
οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
 
Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
 
Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
 
νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· 235
 
οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
 
ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
 
καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
 
ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
 
σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα. 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme