Thesauros Literature Epic Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Book 11

 
ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
 
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
 
Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
 
ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
 
Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. 165
 
οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
 
μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
 
ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
 
Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
 
ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, 170
 
ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
 
οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
 
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
 
πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
 
τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 175
 
πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
 
ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
 
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
 
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
 
Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. 180
 
ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
 
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
 
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
 
οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
 
Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· 185
 
βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
 
ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
 
θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
 
τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
 
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 190
 
αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
 
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
 
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
 
δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, 195
 
βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
 
εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
 
ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
 
ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
 
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme